Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.69.2 | Hdt. 9.70.4 (English) | >>Hdt. 9.71.3 |
9.70.2 ἕως μὲν γὰρ ἀπῆσαν οἱ Ἀθηναῖοι , οἱ δʼ ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον τῶν Λακεδαιμονίων ὥστε οὐκ ἐπισταμένων τειχομαχέειν · ὡς δέ σφι Ἀθηναῖοι προσῆλθον , οὕτω δὴ ἰσχυρὴ ἐγίνετο τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν . τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον · τῇ δὴ ἐσεχέοντο οἱ Ἕλληνες .
9.70.3 πρῶτοι δὲ ἐσῆλθον Τεγεῆται ἐς τὸ τεῖχος , καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρπάσαντες , τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην . τὴν μέν νυν φάτνην ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης Τεγεῆται , τὰ δὲ ἄλλα ἐς τὠυτό , ὅσα περ ἔλαβον , ἐσήνεικαν τοῖσι Ἕλλησι .
9.70.4 οἱ δὲ βάρβαροι οὐδὲν ἔτι στῖφος ἐποιήσαντο πεσόντος τοῦ τείχεος , οὐδέ τις αὐτῶν ἀλκῆς ἐμέμνητο , ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων ·
9.70.5 παρῆν τε τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥστε τριήκοντα μυριάδων στρατοῦ , καταδεουσέων τεσσέρων τὰς ἔχων Ἀρτάβαζος ἔφευγε , τῶν λοιπέων μηδὲ τρεῖς χιλιάδας περιγενέσθαι . Λακεδαιμονίων δὲ τῶν ἐκ Σπάρτης ἀπέθανον οἱ πάντες ἐν τῇ συμβολῇ εἷς καὶ ἐνενήκοντα , Τεγεητέων δὲ ἑκκαίδεκα , Ἀθηναίων δὲ δύο καὶ πεντήκοντα .
ch. 71
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.69.2 | Hdt. 9.70.4 (English) | >>Hdt. 9.71.3 |